Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.160 Joseph. AJ 6.165 (English) >>Joseph. AJ 6.168

6.163φήσαντος δὲ εἶναι Δαβίδην τοὔνομα, ποιμαίνειν δὲ καὶ τῆς τῶν βοσκημάτων φυλακῆς ἐπιμελεῖσθαι κελεύει καλεῖν αὐτὸν ἐν τάχει· κατακλιθῆναι γὰρ εἰς εὐωχίαν οὐκ εἶναι δυνατὸν αὐτοῖς ἐκείνου μὴ παρόντος. 6.164ὡς δʼ ἧκεν Δαβίδης μεταπεμφθεὶς ὑπὸ τοῦ πατρὸς, παῖς ξανθὸς μὲν τὴν χρόαν γοργὸς δὲ τὰς ὄψεις καὶ καλὸς ἄλλωςοὗτός ἐστιν, εἰπὼν ἡσυχῇ πρὸς αὑτὸν Σαμουῆλος, βασιλεύειν ἀρέσας τῷ θεῷκατακλίνεται μὲν αὐτός, κατακλίνει δʼ ὑφʼ αὑτὸν τὸν νεανίσκον καὶ τὸν Ἰεσσαῖον μετὰ καὶ τῶν παίδων. 6.165ἔπειτα λαβὼν ὁρῶντος τοῦ Δαβίδου τὸ ἔλαιον ἀλείφει τʼ αὐτὸν καὶ πρὸς τὸ οὖς ἠρέμα λαλεῖ καὶ σημαίνει τοῦθʼ, ὅτι βασιλεύειν αὐτὸν θεὸς ᾕρηται, παρῄνει δʼ εἶναι δίκαιον καὶ κατήκοον αὐτοῦ τῶν προσταγμάτων· οὕτως γὰρ αὐτῷ παραμενεῖν τὴν βασιλείαν εἰς πολὺν χρόνον καὶ τὸν οἶκον λαμπρὸν καὶ περιβόητον γενήσεσθαι, καταστρέψεσθαι δὲ καὶ Παλαιστίνους, καὶ οἷς ἂν ἔθνεσι πολεμῇ νικῶντα καὶ περιόντα τῇ μάχῃ κλέος ἀοίδιμον ζῶντά τε ἕξειν καὶ τοῖς μετʼ αὐτὸν ἀπολείψειν. 6.166

Καὶ Σαμουῆλος μὲν ἀπαλλάσσεται ταῦτα παραινέσας, πρὸς δὲ τὸν Δαβίδην μεταβαίνει τὸ θεῖον καταλιπὸν Σαοῦλον. καὶ μὲν προφητεύειν ἤρξατο τοῦ θείου πνεύματος εἰς αὐτὸν μετοικισαμένου, τὸν Σαοῦλον δὲ περιήρχετο πάθη τινὰ καὶ δαιμόνια πνιγμοὺς αὐτῷ καὶ στραγγάλας ἐπιφέροντα, ὡς τοὺς ἰατροὺς ἄλλην μὲν αὐτῷ θεραπείαν μὴ ἐπινοεῖν, εἰ δέ τίς ἐστιν ἐξᾴδειν δυνάμενος καὶ ψάλλειν ἐπὶ κινύρᾳ τοῦτον ἐκέλευσαν ζητήσαντας, ὁπόταν αὐτῷ προσίῃ τὰ δαιμόνια καὶ ταράττῃ, ποιεῖν ὑπὲρ κεφαλῆς στάντα ψάλλειν τε καὶ τοὺς ὕμνους ἐπιλέγειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.160 Joseph. AJ 6.165 (English) >>Joseph. AJ 6.168

Powered by PhiloLogic